Ὁ Ὅσιος Ἰλαρίων διετέλεσε ἡγούμενος τῆς μονῆς Πελεκητῆς στὴν Τριγλὶα καὶ διακρίθηκε γιὰ τὸ ἀσκητικό του ἦθος, τὸ φιλόθεο ζῆλο του, τὸ χάρισμα τῆς ἐλεημοσύνης καὶ τοὺς πνευματικοὺς ἀγῶνες. Γι’ αὐτὸ ὁ Ἅγιος Θεὸς τὸν προίκισε μὲ τὸ προορατικὸ χάρισμα. Ὁ Ὅσιος κοιμήθηκε μὲ εἰρήνη τὸ ἔτος 754 μ.Χ.
Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον. Ἱλαρότητι τρόπων καλλωπιζόμενος, ὡς καθαρώτατον σκεῦος τῆς ἐπιπνοίας Χριστοῦ, τῆς ἐνθέου βιοτῆς ἐδείχθης ἔσοπτρον· ὅθεν ἀστράπτεις νοητῶς, ἀρετῶν μαρμαρυγὰς, Πατὴρ ἡμῶν Ἱλαρίων, πρὸς ἀπλανῆ ὁδηγίαν, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον. Ὡς ἐλαία εὔκαρπος, ἀναβλαστήσας, Ἱλαρίων Ὅσιε, καθιλαρύνεις μυστικῶς, τῷ σῷ ἐλαίῳ τοὺς ψάλλοντας· χαίροις Ὁσίων, κανὼν ἀπαρέγκλιτε.
Μεγαλυνάριον. Ἔλεος καὶ χάριν παρὰ Θεοῦ, Πάτερ Ἱλαρίων, ὡς τῷ θρόνῳ αὐτοῦ ἑστώς, αἴτει θεοφόρε, ἡμῖν καταπεμφθῆναι, τοῖς ἐπιγραφομένοις, θερμὸν προστάτην σε.
|