Μαρτύρησε διὰ λιθοβολισμοῦ.
Δὲν ἔχουμε περισσότερες λεπτομέρειες γιὰ τὸν βίο τοῦ Ἁγίου.
Ἀπολυτίκιον.
Ἦχος πλ. α ́. Τὸν συνάναρχον Λόγον. Τὸν
λιθόλευστον πάντες Κυρίου μάρτυρα,
πανευσθενῆ Διογένη, ἰσχύϊ θείᾳ βολὰς τὰς τῶν λίθων
ὑπομείναντα
καὶ λάϊνον ἀμφιεσάμενον λαμπρῶς
δι’ ἀγώνων ἀνδρικῶν ἱμάτιον ἐν σταδίῳ
ἐγκωμιάσωμεν πόθῳ αὐτοῦ πρεσβείας ἐξαιτούμενοι.
Κοντάκιον.
Ἦχος πλ. δ ́. Τῇ Ὑπερμάχῳ.
Τὸν ἐν σταδίῳ Ἰησοῦν
ὁμολογήσαντα
καὶ δι’ Αὐτὸν καρτεροψύχως ὑπομείναντα
τὰς βολὰς τῶν λίθων δρόσον ὡς οὐρανόθεν
πεμπομένην πρὸς πιστῶν ψυχῶν ἀνάψυξιν
καλλιμάρτυρα στεῤῥὸν ἐγκωμιάσωμεν
πόθῳ κράζοντες· Χαίροις, μάρτυς Διόγενες.
Μεγαλυνάριον.
Ὥσπερ δρόσον, μάρτυς, ἐξ οὐρανοῦ
τὰς βολὰς ἐδέξω λίθων χαίρων καὶ τῶν ἐχθρῶν
ᾔσχυνας τὰ στίφη τῇ σῇ στεῤῥᾷ ἀθλήσει,
ὁμόζηλε Στεφάνου, μάκαρ Διόγενες.
|