Στον
κώδικα 743 (6250) τῆς Ῥωσικῆς Μονῆς τοῦ Ἁγίου Παντελεήμονα Ἁγίου Ὅρους
σημειώνεται τὸ ἑξῆς:
«Εἰς τό Ἁγιώνυμον Ὄρος τοῦ Ἄθω κατά 1821, 1822, 1823, ὅτε ἐξεράγη εἰς τήν Ἑλλάδα ἡ ἐπανάστασις,
ἦλθεν ὁ Ἀμπομπούτ πασᾶς τῆς Θεσσαλονίκης καί ὑπέταξεν τό Ὄρος καί
πολλά δεινά συνέβησαν. Εἶτα ἀποστείλας ἀνθρώπους ἰδικούς του εἰς τό Ὄρος, ἐσύναξαν τά εὑρισκόμενα παιδία, 70 τόν ἀριθμόν, καί ἤγαγον αὐτά εἰς τήν Θεσσαλονίκην
καί τά ἐτούρκευσαν. Ἕνα δέν μόνον ἐστάθη σταθερόν εἰς τήν πίστιν καί ἐμαρτύρησεν, ὀνόματι Ζαφείριος».
Ἀκολουθία
τοῦ Ἁγίου συνέταξε ὁ ἱερομόναχος Ἀθανάσιος Σιμωνοπετρίτης, Ὑμνογράφος τῆς Ἁγίας
τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἐν τῇ
πίστεως πέτρα ἐδρασθεὶς γενναιότατα, πλάνην ἐμυκτήρισας Ἀγαρ, νεομάρτυς
Ζαφείριε· νεότητος τὸ ἄνθος παριδών, τὸ αἷμα
σου προσήνεγκας Θεῷ· ὅθεν στέφει ἐκοσμήθης ἐν
οὐρανοῖς, ὡς ἀθλητὴς χριστόψυχος. Δόξα τῷ σὲ καλέσαντι Θεῷ, δόξα τῷ σὲ
δυναμώσαντι, δόξα τῷ δεδωκότι σὲ ἡμῖν, μεσίτην ἀκαταίσχυντον.
Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Στερωθεὶς
ἐπὶ τῆς πίστεως πέτραν, παραμονή σου ἐν τῷ Ὅρει τοῦ Ἀθῳ, γενναίως ἐκαρτέρησας
τυράννων ἀπειλάς, καὶ Μωάμεθ ἤλεγξας τὴν σκοτώδη θρησκείαν, ὅθεν ὥσπερ
πρόβατον, καθαρὸν τοῦ Δεσπότου, ἐθυσιάσθης καὶ στεφανωθείς, ἐν Παραδείσῳ,
εὐφραίνη Ζαφείριε.
Μεγαλυνάριον
Ἰησοῦν
κηρύξας Λόγον Θεοῦ, καὶ ἐλέγξας Ἀγαρ, τὸν ψυχώλεθρον σκοτασμόν, μάρτυς
ἀνεδείχθης, Ζαφείριε τρισμάκαρ, πρεσβεύων ὑπὲρ πάντων, τῶν γεραιρόντων σε.
Ἕτερον Μεγαλυνάριον
Σάπφειρος
ὑπάρχων θεολαμπής, Ζαφείριε ὤφθης, νεομάρτυς τοῦ Ἰησοῦ, τὸ τῆς Ἐκκλησίας,
διάδημα κοσμήσας, καὶ φωτισμὸν παρέχων, τοῖς
ἀνυμνούσι σε.
|