Βλέπε βιογραφικό τους σημείωμα τὴν 4η Αὐγούστου, ὅπου καὶ ἡ κυρίως μνήμη τους. Ἄγνωστο γιατί οἱ Συναξαριστὲς ἐπαναλαμβάνουν τὴν μνήμη τους σήμερα.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Οἱ ἑπτάριθμοι Παῖδες ἐν Ἐφέσῳ ἐκλάμψαντες, ἐν ταῖς ἑπταδώροις ἀκτῖσι τῶν χαρίτων τοῦ Πνεύματος, διέμειναν θανόντες ὑπὲρ νοῦν, ἀνώτεροι φθορᾶς χρόνοις πολλοῖς, τὴν παγκόσμιον ἀνάστασιν ἐμφανῶς, πιστούμενοι τοὺς κράζοντας· δόξα τῷ ἀφθαρτώσαντι ἡμᾶς, δόξα τῷ ἐξεγείραντι, δόξα τῷ καταργοῦντι δι’ ὑμῶν, δόγμα τὸ ἀλλότριον.
Κοντάκιον. Ἦχος πλ. β’. Τὴν ὑπὲρ ἡμῶν.
Τὴν ἀθλητικήν, ἀνθήσαντες εὐκληρίαν, θείας ἀμοιβάς, ἐδρέψασθε ἀφθαρσίας, καὶ θανόντες ἐν δόξῃ, ψυχῆς τὸ προκάλυμμα, ἀθανάτῳ ἠμφιάσασθε, εὐπρεπείᾳ ἐγειρόμενοι, καὶ βοῶντες θεῖοι Μάρτυρες· Ἡ τῆς μελλούσης ζωῆς, Χριστός ἐστιν ἀπαρχή.
Μεγαλυνάριον.
Δῆμος ἑπταστέλεχος καὶ σεπτός, ὤφθησαν οἱ Παῖδες, ἀριστεύσαντες εὐσεβῶς· ὅθεν παραδόξως, τῇ τούτων ἀναστάσει, νεκροποιῶν λημμάτων, θάπτεται συρροία.
|