Πρόκειται γιὰ τὸν μεγάλο σεισμό, ποὺ ἔγινε στὴν Κωνσταντινούπολη, τὸ ἔτος 740 ἐπὶ βασιλείας Λέοντα τοῦ Ἰσαύρου. Τότε πολλὰ οἰκοδομήματα τῆς πόλης ἔπεσαν καὶ πολλοὶ ἄνθρωποι καταπλακώθηκαν στὰ ἐρείπιά τους.
Ἀπολυτίκιον. Ἦχος πλ. δ’.
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ῥῦσαι ἡμᾶς, τῆς φοβερᾶς τοῦ σεισμοῦ ἀπειλῇς, Χριστὲ ὁ Θεὸς ἡμῶν· καὶ κατάπεμψον ἡμῖν, πλούσια τὰ ἐλέη σου, πρεσβείαις τῆς Θεοτόκου μόνε Φιλάνθρωπε.
Κοντάκιον. Ἦχος πλ. δ’. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ὡς εὐσπλαγχνίας ἄβυσσος, καὶ θησαυρὸς χρηστότητος, ἐπὶ τὸν φόβον σου στήριξον, Κύριε, τῶν εὐσεβῶν τὸ πλήρωμα, καὶ ἐκλύτρωσαι Σῶτερ, ἐκ τῆς σεισμοῦ φοβερᾶς συγκλονήσεως, τοὺς πίστει ἀφορῶντας, τοῖς οἰκτιρμοῖς σου Φιλάνθρωπε.
Μεγαλυνάριον.
Ἔδρασον τῷ φόβῳ σου ἀκλινῶς, ἡμῶν τὰς καρδίας, ἐκκλινόντων τοῖς γεηροῖς, καὶ σεισμοῦ βιαίας, φθορᾶς λύτρωσαι Λόγε, τοὺς πίστει προσκυνοῦντας, τὴν δυναστείαν σου.
|